George Hinge

Dansk | Deutsch | English | ‘Ελληνιστί | Latine

Glossa (ζητηματικά)
Doxa (δοξιαστικά)

Ἀπόδειξις τοῦ βίου
Κατάλογος τῶν ἔργων

Πρὸς τούτῳ τῷ τόπῳ τῷ οἰκείῳ καθέστηκα καὶ ἄλλον τόπον, glossa.dk, ἐν τῷ εἰς τὸ μέσον ἐνηνοχα τὰ ἐν τούταις ταῖς ζητήσεσι συγγεγραμμένα ὑπομνηματα τὰ περὶ τῆς γλώσσης τε καὶ τῶν Ἐλληνικῶν τε καὶ Ῥωμαίων γραμμάτων.

Τίς δὴ ἐγώ; γεγονὼς γὰρ τριάκοντα ἔτη καὶ ὀκτὼ συνοικῶ τῷ ἐμῷ ἀνδρὶ Ἰακώβῳ ἐν Οὐαιλβῦ, προαστείῳ τινι πρὸς βορρᾶν τῆς Ἀρουσίας. καθηγοῦμαι δὲ τὴν Ἑλληνικὴν τε καὶ Ῥωμαϊκὴν γλώττας ἐν τῷ τμήματι τῷ τῆς ἀρχαίας τε καὶ νέας φιλολογίας τοῦ τῆς Ἀρουσίας Μουσείου.

Τὸ ὄνομα δὲ τὸ ἴδιον μὲν προσφωνεῖται Ἀγγλιστὶ, τὸ πατρῷον δὲ Δανιστὶ (τ.ε. ['dʒɒ:dʒ 'heŋə]); τοῦτο οὐκ ἔστι προσποίησίς τις, ἀλλὰ ἄπορον ἔργον ὃ ἀνταποδίδωσι τὰ οὐκ ἔλαττον ἄπορα τὰ περὶ τῆς ἐμῆς γενεᾶς.

Πρὸς δὲ τῷ ἐμῷ περὶ τῶν γλωττῶν πάθει τὸν νοῦν προσέχω καὶ τῇ θεολογίᾳ τε καὶ τῇ φιλοσοφίᾳ καὶ τοῖς πολιτικοῖς, εἰ ὡς ἀληθῶς ὑφ’ ἓν ζυγὸν οἱ τρεῖς ἵπποι ἄγεσθαι δύνανται.

Ἐμοὶ οὖν δοκεῖ (ποτὲ μὲν εὖ καθεσταμένως, ἀεὶ δὲ εὖ ἀποδεδειγμένως) περὶ τῶν πλείστων: ἑταῖρος οὖν ὢν τῶν δημοσίων ἀγαθῶν οὐ νομίζω ὅτι αἱ κάλλισται ἰδέαι ἐναντίως ἔχουσι πρὸς τῇ ἀνάγκῃ, καὶ χριστιανὸς ὢν οὐ νομίζω ὅτι ἡ ἐλευθέρα θεωρία ἐναντιολογεῖ θεῷ. λοιπὸν δὲ μετέχω ἄλλαις τε συστάσεσι καὶ τῇ τῶν τε τοῦ ἑαυτῶν φύλου ἐρώντων καὶ τῶν τὸ ἔμφυτον φύλον διαβαινόντων ἐπιχωρίᾳ κοινωνίᾳ καὶ τῇ ἑταιρείᾳ τῶν δημοσίων ἀγαθῶν.

Ἡ ἡμέρα κατὰ τοὺς Ῥωμαίους·